TLG 1127 001 :: ANONYMA DE MUSICA SCRIPTA BELLERMANNIANA :: Anonyma de musica scripta Bellermanniana ANONYMA DE MUSICA SCRIPTA BELLERMANNIANA Mus. Anonyma de musica scripta Bellermanniana Source: Najock, D. (ed.), Anonyma de musica scripta Bellermanniana. Leipzig: Teubner, 1975: 1–33.
Citation: Section — (line) | ||
T | ΤΕΧΝΗ ΜΟΥΣΙΚΗΣ | |
1 | Ὁ ῥυθμὸς συνέστηκεν ἔκ τε ἄρσεως καὶ θέσεως καὶ χρό‐ νου τοῦ καλουμένου παρά τισι κενοῦ. διαφοραὶ δὲ αὐτοῦ αἵδε· [Omitted graphic marker]μακρὰ δίχρονος ̅ | |
5 | μακρὰ τρίχρονος 𝉂 μακρὰ τετράχρονος 𝉃 | |
---|---|---|
μακρὰ πεντάχρονος 𝉄 | 1 | |
2 | Τὰ δὲ τοῦ μέλους ὀνόματά τε καὶ σημεῖα καὶ σχήματα οὕτω τέτακται· [Omitted graphic marker]πρόληψις ͜𝈓Ϲ͜ ͜𝈓𝈱͜ ͜𝈓𝈳͜ ͜𝈓𝈶͜ ἔκληψις ͜Ϲ𝈓͜ ͜𝈱𝈓͜ ͜𝈳𝈓͜ {͜𝈳𝈓͜} ͜𝈶𝈓͜ | |
5 | πρόκρουσις 𝈓Ϲ 𝈓𝈱 𝈓𝈳 𝈓𝈶 ἔκκρουσις Ϲ𝈓 𝈱𝈓 𐅃𝈓 𝈶𝈓 ἐκκρουσμός 𝈓Ϲ𝈓 Ϲ𝈱Ϲ κομπ〈ισμ〉ός 𝈓+𝈓 Ϲ+Ϲ 𝈱+𝈱 𝈳+𝈳 𝈶+𝈶 μελισμός 𝈓×𝈓 Ϲ×Ϲ 𝈱×𝈱 𝈳×𝈳 𝈶×𝈶 | |
10 | 〈τερετισμόσ〉 𝈓+𝈓×𝈓 | |
3 | Ἡ μὲν οὖν θέσις σημαίνεται, ὅταν ἁπλῶς τὸ σημεῖον ἄστικτον ᾖ, οἷον 𝈩, ἡ δ’ ἄρσις, ὅταν ἐστιγμένον. ὅσα οὖν ἤτοι δι’ ᾠδῆς ἢ μέλους χωρὶς στιγμῆς ἢ χρόνου τοῦ καλου‐ μένου κενοῦ παρά τισι γράφεται ἢ μακρᾶς διχρόνου ̅ ἢ | |
5 | τριχρόνου 𝉂 ἢ τετραχρόνου 𝉃 ἢ πενταχρόνου 𝉄, τὰ μὲν 〈ἐν〉 ᾠδῇ κεχυμένα λέγεται, ἐν δὲ μέλει μόνῳ καλεῖται | |
διαψηλαφήματα. | 2 | |
4 | Τὰ δὲ προειρημένα τοῦ μέλους ὀνόματά τε καὶ σημεῖα καὶ σχήματα οὕτω τέτακται· Πρόληψίς ἐστιν ἐκ τοῦ βαρυτέρου φθόγγου ἐπὶ τὸν ὀξύτερον κατὰ μέλος ἐπίτασις ἤτοι ἀνάδοσις, ἥν τινες | |
5 | καλοῦσιν ὑφὲν ἔσωθεν. τοῦτο δὲ γίγνεται ποικίλως, ἀμέ‐ σως τε καὶ διὰ μέσου, ἀμέσως μὲν οἷον ͜𝈓Ϲ͜, ἐμμέσως δὲ οἷον διὰ τριῶν 〈͜〉𝈓𝈱〈͜〉, διὰ τεσσάρων 〈͜〉𝈓𝈳〈͜〉, διὰ πέντε 〈͜〉𝈓𝈶〈͜〉. | |
5 | Ἔκληψις δὲ τὰ ὑπεναντία τούτοις ἀπὸ τῶν ὀξυτέρων ἐπὶ τὰ βαρέα ἄνεσις οἷον ἀμέσως μὲν ͜Ϲ𝈓͜, ἐμμέσως δὲ διὰ τριῶν ͜𝈱𝈓͜, διὰ τεσσάρων 〈͜〉𝈳𝈓〈͜〉, διὰ πέντε ͜𝈶𝈓͜. | |
6 | Πρόκρουσίς ἐστιν ἑνός, τοῦτ’ ἔστιν ἐλάττονος χρόνου δύο μέλη, τοῦτ’ ἔστι δύο φθόγγοι ἀπὸ τῶν βαρέων ἐπὶ τὰ ὀξέα οἷον ἀμέσως μὲν {͜}𝈓Ϲ{͜}, ἐμμέσως δὲ διὰ τριῶν 𝈓𝈱, διὰ τεσσάρων 𝈓𝈳, διὰ πέντε 𝈓𝈶. | |
7 | Ἔκκρουσις δὲ τὰ ὑπεναντία τούτοις ἀπὸ τῶν ὀξέων ἐπὶ τὰ βαρέα οἷον ἀμέσως μὲν Ϲ𝈓, ἐμμέσως δὲ διὰ τριῶν 𝈱𝈓, διὰ τεσσάρων 𝈳𝈓, διὰ πέντε 𝈶𝈓. | |
8 | Ἐκκρουσμὸς δέ ἐστιν, ὅταν τοῦ αὐτοῦ φθόγγου δὶς λαμ‐ βανομένου μέσος παραλαμβάνηται ὀξύτερος φθόγγος οἷον {͜}𝈓Ϲ𝈓{͜}Ϲ𝈱Ϲ{͜}{͜}. | |
9 | Τὸν δὲ κομπισμὸν λέγομεν οὕτως 〈τωντω ταντα〉 𝈓+𝈓 Ϲ+Ϲ. τὸν δὲ μελισμὸν λέγομεν οὕτως τωννω ταννα | |
𝈓×𝈓Ϲ×Ϲ. | 3 | |
10 | Τὸν δὲ κοινὸν ἐκ τῆς συνθέσεως αὐτῶν σχηματισμὸν καλοῦμεν ἔνιοι τερετισμὸν κομ〈πισ〉μοῦ τε καὶ μελισμοῦ ἤτοι μελισμοῦ καὶ κομ〈πισ〉μοῦ. λέγομεν οὕτως τωντωννω 𝈓+𝈓×𝈓. | |
5 | Προκρούσεως δὲ γενομένης ἐκ τοῦ διὰ πασῶν κομπι‐ σμὸν ποιεῖ. ἑξῆς δὲ λέγομεν. | |
11 | Ἡ διαστολὴ ἐπί τε τῶν ᾠδῶν καὶ τῆς κρουματογραφίας παραλαμβάνεται ἀναπαύουσα καὶ χωρίζουσα τὰ προ‐ άγοντα ἀπὸ τῶν ἐπιφερομένων ἑξῆς. ἔστι δὲ αὐτῆς σχῆμα | |
〈καὶ〉 σημεῖον τόδε 𝈒. | 4 | |
12 | {Ὅρος μουσικῆς} Μουσική ἐστιν ἐπιστήμη περὶ μέλος τὸ τέλειον θεωρητική τε τῶν ἐν αὐτῇ καὶ τοῖς μέρεσιν αὐτῆς. ἄλλοι δὲ οὕτως· ἕξις θεωρητική τε καὶ πρακτικὴ καὶ ποιητικὴ τῶν περὶ τὸ τέλειον μέλος. μουσικὸς δέ ἐστιν | |
5 | ὁ ἔμπειρος τοῦ τελείου μέλους καὶ δυνάμενος ἐπ’ ἀκριβείας | |
13 | τὸ πρέπον τηρῆσαί τε καὶ κρῖναι. ἔστι δὲ τῆς μουσικῆς εἴδη ἕξ· ἁρμονικόν, ῥυθμικόν, μετρικόν, ὀργανικόν, ποι‐ | |
14 | ητικόν, ὑποκριτικόν. καὶ τῆς μὲν ἁρμονικῆς εἰς τρόπους δεκαπέντε διαιρουμένης ἴδιον τὸ περὶ τῶν τῆς μελῳδίας γενῶν διαλαμβάνειν, πόσα τέ ἐστι καὶ ποῖα ταῦτα, καὶ ὡς οὐ δυνατὸν πλείω γενέσθαι τριῶν, διατόνου τε καὶ χρώμα‐ | |
5 | τος καὶ ἁρμονίας. τὸ γὰρ μικτὸν καλούμενον οὐχ ὡς γένος παραληπτέον, γίνεται γὰρ ἐκ τῶν προειρημένων. | |
15 | τῆς δὲ ῥυθμικῆς ἴδιον τὸ τὰς διαφορὰς τῶν κατὰ μέρος καὶ κατ’ εἴδη ῥυθμῶν ἐκλογίζεσθαι τά τε τούτων γένη ὁμοίως | |
16 | ὄντα τρία, ἰαμβικόν, δακτυλικόν, παιωνικόν. ἡ δὲ μετρικὴ εἰς εἴδη διαιρουμένη πλείονα ποικιλωτέραν ἔχει τὴν πρακ‐ τικήν, εἰς τρίμετρα γὰρ καὶ τετράμετρα καὶ πεντάμετρα καὶ ἡρῷα καὶ ἐπῳδὰ καὶ ἄλλα μυρία ἃ ὑποτέτακται τῇ | |
17 | μετρικῇ. ἡ δὲ ὀργανικὴ κατὰ τὴν τῶν ὀργάνων θεωρίαν, ὧν ἃ μέν ἐστιν ἐμπνευστά, ἃ δὲ ἐντατά, ἃ δὲ ψιλά. ἐντατὰ μέν ἐστιν ὄργανα κιθάρα τε καὶ λύρα καὶ τὰ παραπλήσια, ἐμπνευστὰ δὲ αὐλοί τε καὶ ὑδραύλεις καὶ πτερά, ψιλὸν δὲ | 5 |
5 | ὄργανον κυρίως μὲν τὸ τοῦ ἀνθρώπου δι’ οὗ μελῳδοῦμεν | |
18 | καὶ οἱ ὀξύβαφοι δι’ ὧν κρούοντές τινες μελῳδοῦσιν. τῆς δὲ ποιητικῆς καὶ ὑποκριτικῆς παντί που δῆλα τὰ εἴδη. | |
19 | Τῶν δὲ τῆς μουσικῆς μερῶν κυριώτατόν ἐστι καὶ πρῶ‐ τον τὸ ἁρμονικόν, τῶν γὰρ πρώτων μουσικῆς πέφυκε θεω‐ ρητική. πρῶτα δέ ἐστι φθόγγοι καὶ διαστήματα καὶ ὅσα | |
20 | ἐκ τούτων συνίσταται. κεφάλαια δὲ τῆς ἁρμονικῆς τὰ κυριώτατα καὶ πρῶτα περὶ ἃ μάλιστα ἐσπούδακεν ἑπτά, πρῶτον μὲν τὸ περὶ φθόγγων διαλαβεῖν, δεύτερον τὸ περὶ διαστημάτων, τρίτον περὶ συστημάτων, τέταρτον περὶ | |
5 | γενῶν, πέμπτον περὶ τόνων, ἕκτον περὶ μεταβολῶν, ἕβδο‐ | |
21 | μον περὶ μελοποιίας. πρῶτος δέ ἐστιν ἐν τοῖς διαστήμασι φθόγγος, καθὸ ἐλάχιστός τέ ἐστι καὶ ἀμερὴς καὶ αὐτὸς μὲν πάντα{ς} μετρῶν, αὐτὸς δὲ ὑπὸ μηδενὸς αὐτῶν μετρού‐ μενος. ἔοικε δὲ ὁ φθόγγος ἐν μὲν γεωμετρίᾳ σημείῳ, ἐν | |
5 | δὲ ἀριθμοῖς μονάδι, ἐν δὲ στοιχείοις γράμματι. καὶ ἔστιν ὁ φθόγγος ἐμμελοῦς φωνῆς πτῶσις ἐπὶ μίαν τάσιν, τάσις δὲ οἷον στάσις καὶ ἐνηρέμησις τῆς φωνῆς. λέγεται δὲ φθόγ‐ γος κοινῶς, ἰδίως, ἰδιαίτατα, κοινῶς μὲν αὐτὸ τὸ ὄνομα, | |
ἰδίως δὲ ὁ χαρακτὴρ ὁ γράφων, ἰδιαίτατα δὲ αὐτὴ ἡ δύνα‐ | 6 | |
10 | μις τοῦ φθόγγου, καθ’ ἣν ὀξύν τινα ἢ βαρὺν λέγομεν. καὶ γίνεται ὀξὺς μὲν δι’ ἐπιτάσεως, βαρὺς δὲ δι’ ἀνέσεως. | |
22 | διάστημα δ’ ἐστὶ τὸ περιεχόμενον ὑπὸ δύο φθόγγων ἀν‐ ομοίων τῇ τάσει, τοῦ μὲν ὀξυτέρου, τοῦ δὲ βαρυτέρου. | |
23 | σύστημα δέ ἐστι σύνταξις πλειόνων φθόγγων ἐν τῷ τῆς φωνῆς τόπῳ θέσιν τινὰ ποιὰν ἔχουσα. τόπος δὲ τῆς φωνῆς | |
24 | ἐστιν, ὃν διέξεισι μελῳδοῦσα ἐπὶ τὸ ὀξὺ καὶ βαρύ. ὁ τόνος διαιρεῖται εἰς ἡμιτόνια δύο καὶ ἐν μὲν χρώματι εἰς διέσεις | |
25 | τρεῖς, ἐν ἁρμονίᾳ δὲ εἰς τεταρτημόριον. ἐν δὲ τοῖς διαστή‐ μασιν εἰ μὲν πρὸς ἡμιτόνιον καὶ τόνον 〈καὶ τόνον〉 προκόπ‐ τοι τὰ τῆς μελῳδίας τὸ καλούμενον διάτονον ποιεῖ γένος, εἰ δὲ καθ’ ἡμιτόνιον καὶ ἡμιτόνιον καὶ μεταξὺ τριημιτό‐ | |
5 | νιον, χρῶμα ποιεῖ, εἰ δὲ κατὰ δίεσιν καὶ δίεσιν καὶ δίτονον | |
26 | κινοῖτο, ἐναρμόνιον ποιεῖ γένος. διάτονον μὲν οὖν λέγεται, ἐπειδὴ κατὰ τὸ πλεῖον διὰ τῶν τόνων θεωρεῖται τὸ διά‐ στημα, ἀνδρικώτερον δὲ τοῦτο καὶ αὐστηρότερόν ἐστι, χρῶμα δὲ ἤτοι παρὰ τὸ τετράφθαι πως ἐκ τοῦ διατονι‐ | |
5 | κοῦ ἢ παρὰ τὸ χρώζειν μὲν αὐτὸ τὰ ἄλλα συστήματα, αὐ‐ τὸ δὲ μὴ δεῖσθαί τινος ἐκείνων, ἐστὶ δὲ ἥδιστόν τε καὶ γοε‐ | |
27 | ρώτατον. μεταβολαὶ τόνων γίνονται τετραχῶς, κατὰ γένος, κατὰ ἦθος, κατὰ τόπον, κατὰ ῥυθμόν. καὶ ἡ μὲν κατὰ γένος μεταβολὴ γίνεται, ὅταν ἐξ ἁρμονίας εἰς χρῶμα μεταβολὴ γένηται ἢ ἀνάπαλιν, τὴν δὲ κατὰ ἦθος μετα‐ | |
5 | βολὴν φήσομεν, ἣ ἔστιν ὅταν ἐν αὐτοῖς τοῖς τετραχόρδοις | |
τὰ ἤθη τῶν φθόγγων τὴν μετάπτωσιν λαμβάνῃ, τὴν δὲ κατὰ τόπον, ὅταν ὁ τόνος ἐκ τῶν ὑπατοειδῶν μεταβῇ εἰς τὰ μεσοειδῆ, τὴν δὲ κατὰ ῥυθμόν, ὅταν ἀπὸ τοῦ ὑποκει‐ μένου ῥυθμοῦ εἰς ἕτερον ἡ μετάβασις γένηται. | 7 | |
28 | Ἡ φρύγιος ἁρμονία πρωτεύει ἐν τοῖς ἐμπνευστοῖς ὀργά‐ νοις, μάρτυρες οἱ πρῶτοι εὑρεταί, Μαρσύας καὶ Ὕαγνις καὶ Ὄλυμπος οἱ Φρύγες. οἱ ὑδραῦλαι μόνοις τούτοις τοῖς τρό‐ ποις κέχρηνται οἵπερ εἰσὶν ἕξ· ὑπερλύδιον, ὑπεριάστιον, | |
5 | λύδιον, φρύγιον, ὑπολύδιον, ὑποφρύγιον. οἱ δὲ κιθαρῳδοὶ τέτρασι τούτοις ἁρμόζονται· ὑπεριαστίῳ, λυδίῳ, ὑπολυ‐ δίῳ, ἰαστίῳ. οἱ δὲ αὐληταὶ ἑπτά· ὑπεραιολίῳ, ὑπεριαστίῳ, ὑπολυδίῳ, λυδίῳ, φρυγίῳ, ἰαστίῳ, ὑποφρυγίῳ. οἱ τοῖς ὀρχηστικοῖς προσήκοντες μουσικοὶ ἑπτὰ τούτοις χρῶν‐ | |
10 | ται· ὑπερδωρίῳ, λυδίῳ, φρυγίῳ, δωρίῳ, ὑπολυδίῳ, ὑπο‐ | |
φρυγίῳ, ὑποδωρίῳ. | 8 | |
29 | Μουσική ἐστιν ἐπιστήμη θεωρητικὴ καὶ πρακτικὴ μέλους τελείου τε καὶ ὀργανικοῦ ἢ τέχνη πρεπόντων τε καὶ μὴ πρεπόντων ἐν μέλεσι καὶ ῥυθμοῖς συντείνουσα πρὸς ἠθῶν κατασκευήν. τέλειον δὲ μέλος ἐστὶ τὸ συγκείμενον | |
5 | ἔκ τε λέξεως καὶ μέλους καὶ ῥυθμοῦ. τὸ δ’ ὅλον καλεῖται μέλος κατ’ ἐπικράτειαν τοῦ ἑνὸς τῶν μορίων. ὀργανικὸν δὲ μέλος λέγεται τὸ ἐκ τῶν συναφιεμένων ἀλλήλοις φθόγ‐ | |
30 | γων, ὃ καλεῖται κροῦμα. τῆς οὖν μουσικῆς ἐκ τριῶν τῶν συνεκτικωτάτων τελειουμένης ἁρμονικῆς, ῥυθμικῆς, με‐ τρικῆς πρώτην τε τῇ τάξει καὶ στοιχειωδεστάτην νοη‐ τέον τὴν περὶ τὸ ἡρμοσμένον πραγματείαν. αὕτη δὲ ἁρμο‐ | |
5 | νικὴ καλεῖται. δεύτερον δὲ τὸ ῥυθμικὸν καὶ τρίτον τὸ μετρικόν. ἔστι δὲ καὶ τέταρτον, τὸ ὀργανικὸν καὶ ποιητικὸν | |
31 | καὶ ὑποκριτικόν. πρωτεῦον δὲ μέρος μουσικῆς ἡ ἁρμονική ἐστι, τὰ γὰρ ἐν μουσικῇ πρῶτα αὕτη θεωρεῖ καὶ τὰ κυ‐ | |
ριώτατα ἑπτὰ ὄντα· πρῶτον περὶ φθόγγων, δεύτερον περὶ διαστημάτων, τρίτον περὶ συστημάτων, τέταρτον περὶ γε‐ | 9 | |
5 | νῶν, πέμπτον περὶ τόνων, ἕκτον περὶ μεταβολῶν, ἕβδομον | |
32 | περὶ αὐτῆς τῆς μελοποιίας. ἔστι μὲν οὖν ἁρμονικὴ τέχνη λογικὴ περιέχουσα τὸν περὶ μουσικῆς λόγον, ἁρμονικὸς δὲ ὁ τῷ συνηγορεῖν περὶ τοῦ μαθήματος πεπειραμένος. | |
33 | Τῆς φωνῆς τόπος ἔστι καὶ κατὰ τόπον κίνησις, καθ’ ἣν | |
34 | μελῳδοῦσα ὀξυτέρα καὶ βαρυτέρα γίγνεται. πᾶσα μὲν οὖν φωνὴ οὕτω δύναται κινεῖσθαι, ἀλλ’ ἡ μέν ἐστι συν‐ εχής, ἡ δὲ διαστηματικὴ κίνησις. κατὰ μὲν οὖν τὴν συνεχῆ οἴεται ἡ ἀκοὴ μηδαμοῦ ἑστάναι, ἀλλὰ φέρεσθαι συνεχῶς | |
5 | μέχρι σιωπῆς, κατὰ δὲ τὴν διαστηματικὴν ἐναντίως. δια‐ βαίνουσα γὰρ ἵστησιν αὑτὴν ἐπὶ μιᾶς τάσεως, εἶτα πάλιν ἐφ’ ἑτέρας, καὶ τοῦτο συνεχῶς ποιοῦσα, λέγω δὲ συνεχῶς κατὰ τὸν χρόνον, ὑπερβαίνουσα μὲν οὖν τοὺς περιεχομέ‐ νους ὑπὸ τῶν τάσεων τόπους, ἱσταμένη δὲ ἐπ’ αὐτῶν τῶν | |
10 | τάσεων καὶ φθεγγομένη ταύτας μόνον αὐτὰς μελῳδεῖν λέγεται καὶ κινεῖσθαι διαστηματικὴν κίνησιν. {καὶ καλεῖ‐ | |
35 | ται ἡ μὲν λογική, ἡ δὲ μελῳδική.} τὸν γὰρ τοῦτο ποιοῦντα οὐδείς φησι λέγειν, ἀλλ’ ἀείδειν. ἑκάτερον δὲ ἐν τῇ τοῦ λοιποῦ χρείᾳ 〈φευκτέον〉. ὅσῳ γὰρ ἱστάμεθα, γίγνεται τῇ | |
36 | ἀκοῇ τὸ μέλος ἀκριβέστερον. ἐπειδὴ τοίνυν ἀναγκαῖον ἐν τῷ μελῳδεῖν τὴν φωνὴν τὰς μὲν ἐπιτάσεις καὶ ἀνέσεις ἀφα‐ | |
νῶς ποιεῖσθαι, τὰς δὲ τάσεις αὐτὰς φθεγγομένην φανε‐ ρὰς καθιστᾶν, ἐπειδήπερ τὸν μὲν τοῦ διαστήματος τόπον, | 10 | |
5 | 〈ὃν〉 διεξέρχεται ὁτὲ μὲν ἐπιτεινομένη, ὁτὲ δὲ ἀνιεμένη, λανθάνειν αὐτὴν δεῖ διεξιοῦσαν, τοὺς δὲ ὁρίζοντας φθόγ‐ γους τὰ διαστήματα ἐναργεῖς τε καὶ ἑστηκότας ἀποδιδό‐ ναι, λεκτέον ἂν εἴη περὶ ἐπιτάσεώς τε καὶ ἀνέσεως, ἔτι δὲ ὀξύτητός τε καὶ βαρύτητος, πρὸς δὲ τούτοις τάσεως καὶ | |
10 | τῶν ἀκολούθων. ἐπίτασις μὲν οὖν ἐστι κίνησις τῆς φωνῆς συνεχὴς ἐκ βαρυτέρου τόπου εἰς ὀξύτητα, ἄνεσις δὲ ἐξ ὀξυτέρου τόπου εἰς βαρύτητα, ὀξύτης δὲ τὸ γενόμενον διὰ | |
37 | τῆς ἐπιτάσεως, τὸ δὲ διὰ τῆς ἀνέσεως βαρύτης. ἐπιτείνον‐ τες μὲν οὖν, ὡς ἐπὶ ὀργάνων εἰπεῖν, τὴν χορδὴν εἰς ὀξύ‐ τητα αὐτὴν ἄγομεν, ἀνιέντες δὲ εἰς βαρύτητα. καθ’ ὃν δὲ χρόνον ἄγομεν καὶ μετακινοῦμεν τὴν χορδὴν εἰς ὀξύτητα, | |
5 | οὔπω ἔστιν ἡ ὀξύτης, γίγνεται γὰρ καὶ μέλλει, ὁμοίως δὲ καὶ ἡ βαρύτης. ἅμα γὰρ αἱ κινήσεις παύονται καὶ ἐπιφοιτᾷ ἥ τε ὀξύτης καὶ ἡ βαρύτης. οὐ γὰρ ἐνδέχεται τὴν χορδὴν | |
38 | ἅμα τε κινεῖσθαι καὶ ἑστάναι. διαφέρει οὖν ἀλλήλων τάδε ὡς τὸ ποιοῦν τοῦ ποιουμένου. τάσις δέ ἐστι μονή τις καὶ | |
39 | στάσις τῆς φωνῆς. τότε δὲ λέγομεν ἑστάναι τὴν φωνήν, καίτοι τῆς φωνῆς κινήσεως οὔσης, ὅταν ἡμῖν ἡ αἴσθησις αὐτὴν ἀποφήνῃ μήτ’ ἐπὶ τὸ ὀξὺ μήτ’ ἐπὶ τὸ βαρὺ ὁρμῶσαν. | |
ἐν μὲν γὰρ τῷ διαστήματι λέγοιτ’ ἂν κινεῖσθαι ἡ φωνή, | 11 | |
5 | ἵσταται δὲ ἐν τῷ φθόγγῳ. ἄλλως οὖν λέγεται ἠρεμία φωνῆς | |
40 | παρὰ μουσικοῖς καὶ κίνησις, καὶ ἄλλως παρ’ ἄλλοις. ἐπί‐ τασις μὲν γὰρ καὶ ἄνεσις κίνησις φωνῆς, τάσις δὲ ἠρεμία | |
41 | καὶ διαφέρει ὀξύτητος καὶ βαρύτητος, ἐπ’ ἀμφοτέρων γὰρ ἡ τάσις καὶ στάσις θεωρεῖται. | |
42 | Εἰς μὲν τὴν φωνὴν τὴν ἀνθρωπίνην, ὥρισται κατὰ τόπον, ὃν διεξέρχεται μελῳδοῦσα. ὥρισται γὰρ καὶ ὁ μέγι‐ στος καὶ ὁ ἐλάχιστος τόπος ἐπ’ αὐτῆς, οὔτε γὰρ ἐπὶ τὸ μέγα δύναται ἡ φωνὴ εἰς ἄπειρον αὔξειν τὴν τοῦ ὀξέος καὶ | |
5 | βαρέος διάστασιν οὔτ’ ἐπὶ τὸ μικρὸν συνάγειν, ἀλλ’ ἵστα‐ | |
43 | ταί που ἐφ’ ἑκάτερα. ὁριστέον οὖν ἑκάτερον αὐτῶν πρὸς δύο ποιουμένους τὴν ἀναφοράν, τὸ φθεγγόμενον καὶ τὸ κρῖνον, τοῦτ’ ἔστι φωνὴν καὶ ἀκοήν. ὃ γὰρ ἀδυνατοῦσιν αὗται ἡ μὲν ποιῆσαι, ἡ δὲ κρῖναι, τοῦτο ἔξω θετέον τῆς | |
5 | τε χρησίμου καὶ δυνατῆς ἐν φωνῇ γίγνεσθαι διαστάσεως. ἅμα δ’ ἐπὶ τὸ μικρὸν ἀδυνατοῦσιν, οὔτε γὰρ ἡ φωνὴ δι‐ έσεως ἐναρμονίου ἔλαττόν τι διάστημα δύναται διασαφεῖν οὔτε ἡ ἀκοὴ αἰσθάνεσθαι ὥστε γε καὶ ξυνιέναι, τί μέρος ἐστίν, εἴτε διέσεως εἴτε ἄλλου τινὸς τῶν γνωρίμων δια‐ | |
10 | στημάτων. ἐπὶ δὲ τὸ μέγα (τῆς φωνῆς τὸ βαρὺ καὶ τὸ ὀξὺ ὁ μουσικὸς σκοπεῖ, τοῦτ’ ἔστι πλατὺ καὶ στενὸν ἐκ τοῦ περὶ τὴν ἀρτηρίαν πάθους) τάχ’ ἂν δόξειεν ὑπερτείνειν τὴν | |
44 | φωνὴν ἡ ἀκοή, οὐ μὴν πολλῷ τινι. ἔστιν οὖν ἴδιον μὲν τῆς | |
ἀκοῆς τὸ ἐπὶ τὸ μέγιστον, τῆς δὲ φωνῆς τὸ ἐπὶ τὸ ἐλάχι‐ στον πέρας ἢ κοινὸν ἀμφοτέρων. ὅπως δ’ οὖν {ε} ἂν λαμ‐ βάνη〈ται〉, ὥρισται ἥ τε τοῦ ὀξέος καὶ βαρέος διάστασις | 12 | |
5 | εἴς τε τὴν φωνὴν 〈καὶ τὴν ἀκοὴν〉 τεθεῖσα. εἰ δὲ ταύτῃ καθ’ αὑτὴν νοηθείσῃ τῇ τοῦ μέλους φύσει τὴν αὔξησιν ἄπειρον συμβήσεται γίγνεσθαι, ἄλλος λόγος οὐκ ἀναγ‐ καῖος εἰς τὸ παρόν. | |
45 | Τοῦ μέλους τὸ μέν ἐστι λογῶδες, τὸ δὲ μουσικόν. λογῶδες μὲν οὖν ἐστι τὸ συγκείμενον ἐκ τῶν προσῳδιῶν τῶν ἐν τοῖς ὀνόμασι, φυσικὸν γὰρ τὸ ἐπιτείνειν τε καὶ ἀνιέναι τὴν φωνὴν ἐν τῷ διαλέγεσθαι, μουσικὸν δέ | |
5 | ἐστι μέλος, περὶ ὃ καὶ ἡ ἁρμονικὴ καταγίγνεται, τὸ δια‐ στηματικὸν τὸ ἐκ φθόγγων τε καὶ διαστημάτων συγκείμε‐ νον, δεῖ γὰρ ἐν τούτῳ διαστηματικὴν εἶναι τὴν τῆς φωνῆς | |
46 | κίνησιν καὶ πλείονας εἶναι τὰς μονάς. οὐ μόνον δὲ ἐκ δια‐ στημάτων καὶ φθόγγων δεῖ συνεστάναι τὸ ἡρμοσμένον μέλος καὶ ἔχον τὴν προσήκουσαν τάξιν, ἀλλὰ προσδεῖται ποιᾶς τινος θέσεως καὶ οὐ τῆς τυχούσης, τὸ γὰρ ἐκ δια‐ | |
5 | στημάτων καὶ φθόγγων συνεστάναι κοινὸν καὶ τῷ ἀναρ‐ | |
47 | μόστῳ, ὥστε εἰς τὴν ὀρθῶς γιγνομένην σύστασιν τοῦ μέ‐ λους τὸ πλείστην ἔχον ῥοπὴν περὶ τὴν σύνθεσίν που καὶ τὴν ταύτης ἰδιότητα ὑποληπτέον. τοῦ μὲν οὖν ἐπὶ τῆς λέ‐ ξεως μέλους διοίσει τὸ μουσικὸν τῷ διαστηματικῇ κεχρῆ‐ | 13 |
5 | σθαι κινήσει τῆς φωνῆς, τοῦ δὲ ἀναρμόστου τε καὶ διημαρ‐ τημένου τῇ τῆς συνθέσεως διαφορᾷ τῶν διαστημάτων. | |
48 | Ὁ φθόγγος κοινῶς μέν ἐστιν αὐτὸ τὸ ὄνομα, ἰδίως ὁ χαρακτὴρ ὁ γραφόμενος, ἰδιαίτατα δὲ ἡ δύναμις αὐτοῦ τοῦ φθόγγου, καθ’ ἣν ὀξύν τινα ἢ βαρὺν λέγομεν, ὃν καὶ ὁρι‐ ζόμενοί φαμεν. φθόγγος δέ ἐστι φωνῆς ἐμμελοῦς πτῶσις | |
5 | ἐπὶ μίαν τάσιν. καὶ τότε γὰρ φαίνεται φθόγγος εἶναι τοι‐ οῦτος οἷος εἰς μέλος τάττεσθαι ἡρμοσμένον, ὅταν ἡ φωνὴ φανῇ ἑστάναι {καὶ} ἐπὶ μιᾶς τάσεως. τάσις δέ ἐστιν οἷον | |
49 | στάσις καὶ μονὴ τῆς φωνῆς. ἔστι δὲ τῶν ἐν μουσικῇ ὁ φθόγγος τὸ ἐλάχιστον καὶ ἀδιαίρετον ὡς μονὰς ἐν ἀριθμῷ καὶ σημεῖον ἐν γραμμῇ. ἔστι δὲ ὁ φθόγγος κοινὸν κατηγό‐ ρημα ὀξύτητός τε καὶ βαρύτητος. | |
50 | Διάστημά ἐστι τὸ περιεχόμενον ἤτοι ὡρισμένον ὑπὸ δύο φθόγγων ἀνομοίων τῇ τάσει. τὸ γὰρ διάστημα φαίνε‐ ται, ὡς τύπῳ εἰπεῖν, τάσεων διαφορὰ εἶναι καὶ ὅλως τόπος | |
δεκτικὸς φθόγγων ὀξυτέρων μὲν ἅτε πέρας οὔσης τῆς τῶν | 14 | |
5 | ὁριζουσῶν τὸ διάστημα τάσεων βαρυτέρας, 〈βαρυτέρων〉 δὲ ἀνάπαλιν. διαφορὰ δέ ἐστι τῶν τάσεων τὸ μᾶλλον ἢ ἧττον τετάσθαι. | |
51 | Σύστημα δέ ἐστι σύνταξις πλειόνων φθόγγων ἐν τῷ τῆς φωνῆς τόπῳ θέσιν τινὰ ποιὰν ἔχουσα ἢ τὸ ἐκ πλειόνων ἢ ἑνὸς διαστήματος συνεστώς. | |
52 | Τῶν μελῳδουμένων τρία γένη ἐστίν· ἁρμονία, χρῶμα, διάτονον. ἁρμονία μέν ἐστιν, ἐν ᾗ τὸ πυκνὸν ἡμιτονιαῖον. | |
53 | αὕτη δέ ἐστι μονοειδής. χρώματος δὲ εἴδη τρία· πρῶτον μὲν καὶ ἐλάχιστον τὸ μαλακὸν καλούμενον, ἐν ᾧ τὸ πυκ‐ νὸν τριῶν ἐστι διέσεων ἐναρμονίων μεῖον δωδεκατημορίῳ τόνου. δεύτερον δὲ τὸ ἡμιόλιον καλούμενον. τοῦτο δ’ ἐστίν, | |
5 | ἐν ᾧ τὸ πυκνὸν ἡμιτονίου ἐστὶ καὶ διέσεως ἐναρμονίου. τρίτον τὸ σύντονον καλούμενον, ἐν ᾧ τὸ πυκνὸν ἡμιτόνιόν | |
54 | ἐστι. διατόνου δὲ εἴδη δύο· πρῶτον μὲν καὶ ἐλάχιστον τὸ μαλακὸν καλούμενον. τοῦτο δ’ ἐστίν, ἐν ᾧ τὸ μὲν {ἀπὸ} ὑπάτης 〈καὶ παρυπάτης διάστημα ἡμιτονιαῖόν ἐστι, τὸ δὲ παρυπάτησ〉 καὶ λιχανοῦ ἐννέα δωδεκατημορίων ἀσύν‐ | |
5 | θετον λαμβανομένων. δεύτερον δὲ τὸ σύντονον καλούμε‐ | |
νον, ἐν ᾧ τὸ μὲν {ἀπὸ} ὑπάτης καὶ παρυπάτης διάστημα | 15 | |
55 | ἡμιτονιαῖόν ἐστι, τὸ δὲ παρυπάτης καὶ λιχανοῦ τονιαῖον. | |
56 | ἡ δὲ ἁρμονία ὥς φαμεν μονοειδὴς ὑπάρχει. πυκνὸν δέ ἐστι τὸ ἐκ δύο διαστημάτων περιεχόμενον ἔλαττον τοῦ κατα‐ λειπομένου διαστήματος εἰς τὴν διὰ τεσσάρων συμφωνίαν. | |
57 | ἐν δὲ τοῖς εἰρημένοις γένεσι λιχανοὶ μέν εἰσιν ἕξ, παρ‐ υπάται δὲ τέσσαρες. λιχανοῦ δέ ἐστιν ὁ σύμπας τόπος, ἐν ᾧ κινεῖται, τονιαῖος, ὁ δὲ τῆς παρυπάτης τόπος διέσεως ἐλαχίστης. | |
58 | Διαστημάτων εἰσὶ διαφοραὶ πέντε, πρώτη μέν, καθ’ ἣν μεγέθει διαφέρει, δευτέρα δέ, καθ’ ἣν τὰ μὲν σύμφωνα, τὰ δὲ διάφωνα, τρίτη δέ, καθ’ ἣν τὰ μέν ἐστι σύνθετα, τὰ δὲ ἀσύνθετα, τετάρτη δέ, καθ’ ἣν γένει, πέμπτη, καθ’ | |
59 | ἣν τὰ μέν ἐστι ῥητά, τὰ δὲ ἄλογα. τῶν συμφώνων διαστη‐ μάτων ὀκτὼ ὄντων, ἀφ’ ὧν τριῶν ἐλαχίστων τὸ μὲν διὰ τεσσάρων διαιρεῖται εἰς σχήματα τρία, τὸ δὲ διὰ πέντε εἰς | |
60 | τέσσαρα, τὸ δὲ διὰ πασῶν εἰς ἑπτά. τῶν δὲ τοῦ διὰ τεσ‐ σάρων σχημάτων πρῶτον μέν, οὗ τὸ πυκνὸν ἐπὶ τὸ βαρὺ ἀπὸ ὑπάτης μέσων ἐπὶ μέσην, δεύτερον δέ, οὗ αἱ διέσεις ἐφ’ ἑκάτερα τοῦ δι{α}τόνου ἀπὸ παρυπάτης μέσων ἐπὶ τρίτην | |
5 | συνημμένων, τρίτον δέ, οὗ {πρῶτον τὸ ἡμιτόνιον ἢ τέλος ἢ μέσον ἐστὶν οὖν} τὸ πυκνὸν ἐπὶ τὸ ὀξὺ ἀπὸ λιχανοῦ μέσων ἐναρμονίου ἐπὶ παρανήτην συνημμένων ἐναρμόνιον. 〈(τοῦ διατόνου, οὗ πρῶτον τὸ ἡμιτόνιον ἢ τέλος ἢ μέσον | 16 |
61 | ἐστίν)〉. τῶν δὲ τοῦ διὰ πέντε σχημάτων πρῶτον μέν ἐστιν, οὗ πρῶτος ὁ τόνος ἐπὶ τὸ ὀξύ, ἀπὸ ὑπάτης μέσων ἐπὶ παρα‐ μέσην, δεύτερον δέ, οὗ δεύτερος ὁ τόνος ἐπὶ τὸ ὀξύ, ἀπὸ παρυπάτης μέσων ἐπὶ τρίτην διεζευγμένων, τρίτον δέ, οὗ | |
5 | τρίτος ὁ τόνος ἐπὶ τὸ ὀξύ, ἀπὸ λιχανοῦ μέσων ἐναρμονίου ἢ χρωματικῆς ἢ διατόνου ἐπὶ παρανήτην διεζευγμένων ἐναρμόνιον ἢ χρωματικὴν ἢ διάτονον, τέταρτον δέ, οὗ τέταρτος ὁ τόνος ἐπὶ τὸ ὀξύ, ἀπὸ μέσης ἐπὶ νήτην διεζευγ‐ | |
62 | μένων. τῶν δὲ τοῦ διὰ πασῶν σχημάτων {ἐστὶ} πρῶτον μέν ἐστιν, οὗ πρῶτος ὁ τόνος ἐπὶ τὸ ὀξύ, ἀπὸ ὑπάτης ὑπα‐ τῶν ἐπὶ παραμέσην, δεύτερον δέ, οὗ δεύτερος ὁ τόνος ἐπὶ τὸ ὀξύ, ἀπὸ παρυπάτης ὑπατῶν ἐπὶ τρίτην διεζευγμέ‐ | |
5 | νων, τρίτον δέ, οὗ τρίτος ὁ τόνος ἐπὶ τὸ ὀξύ, ἀπὸ λιχανοῦ ὑπατῶν ἐναρμονίου 〈ἢ χρωματικῆς ἢ διατόνου〉 ἐπὶ παρα‐ | |
νήτην διεζευγμένων ἐναρμόνιον ἢ χρωματικὴν ἢ διάτο‐ νον, τέταρτον δέ, οὗ τέταρτος ὁ τόνος ἐστὶν ἐπὶ τὸ ὀξύ, ἀπὸ ὑπάτης μέσων ἐπὶ νήτην διεζευγμένων, πέμπτον δέ, | 17 | |
10 | οὗ πέμπτος ὁ τόνος ἐστὶν ἐπὶ τὸ ὀξύ, ἀπὸ παρυπάτης μέ‐ σων ἐπὶ τρίτην ὑπερβολαίων, ἕκτον, οὗ ἕκτος ὁ τόνος ἐστὶν ἐπὶ τὸ ὀξύ, ἀπὸ λιχανοῦ μέσων ἐναρμονίου ἢ χρωμα‐ τικῆς ἢ διατόνου ἐπὶ παρανήτην ὑπερβολαίων ἐναρμόνιον ἢ χρωματικὴν ἢ διάτονον, ἕβδομον δέ, οὗ ἕβδομος ὁ τόνος | |
15 | ἐστὶν ἐπὶ τὸ ὀξύ, ἀπὸ μέσης ἐπὶ νήτην ὑπερβολαίων. | |
63 | Τόποι φωνῆς τέσσαρες· ὑπατοειδής, μεσοειδής, νητοει‐ δής, ὑπερβολοειδής. ἐν μὲν οὖν τῷ πρώτῳ τίθεται τετρά‐ χορδα πέντε, ὑπολύδια δύο, ὑποφρύγια δύο, ὑποδώριον ἕν, ἐν δὲ τῷ δευτέρῳ τρία, λύδια δύο, φρύγιον ἕν, ἐν δὲ τῷ | |
5 | τρίτῳ μιξολύδια δύο, ὑπερμιξολύδιον ἕν. ὑπερβολοειδής | |
64 | ἐστι πᾶς ὁ ἀπὸ τοῦ ὑπερμιξολυδίου. ἄρχεται δὲ ὁ μὲν ὑπα‐ τοειδὴς τόπος ἀπὸ ὑπάτης μέσων ὑποδωρίου καὶ λήγει ἐπὶ μέσην ὑπολύδιον, ὁ δὲ μεσοειδὴς ἄρχεται μὲν ἀπὸ ὑπάτης φρυγίου, λήγει δὲ ἐπὶ μέσην λύδιον, ὁ δὲ νητο‐ | |
5 | ειδὴς ἄρχεται μὲν ἀπὸ μέσης 〈μιξο〉λυδίου, λήγει δὲ ἐπὶ νήτην συνημμένων 〈ὑπερμιξολύδιον〉, ὁ δὲ μετὰ τούτους ἐστὶν ὑπερβολοειδής. | 18 |
65 | Μεταβολὴ δέ ἐστιν ὁμοίου τινὸς εἰς ἀνόμοιον τόπον ἀλλοίωσις ἰσχυρὰ καὶ ἀθρόα. τῶν δὲ μεταβολῶν αἱ μέν εἰσι γενικαί, αἱ δὲ τονικαί, αἱ δὲ συστηματικαί, καὶ γενικαὶ μὲν αἱ τῶν γενῶν εἰς ἄλληλα μεταβολαὶ οἷον ἁρμονία, | |
5 | χρῶμα, τονικαὶ δὲ αἱ τῶν τόνων οἷον λυδίου, φρυγίου καὶ τῶν λοιπῶν εἰς αὐτοὺς μεταβολαί, συστηματικαὶ δέ, ὁπό‐ ταν ἐκ διαζεύξεως εἰς συναφὴν ἢ ἔμπαλιν μετέλθῃ τὸ μέ‐ λος. | |
66 | Μελοποιία δέ ἐστι ποιὰ χρῆσις τῶν ὑποκειμένων. Τῆς μουσικῆς ἐπιστήμης πολυμεροῦς ὑπαρχούσης μέρος ἐστὶν ἡ ἁρμονικὴ διαιρεθεῖσα εἰς τρόπους πεντεκαίδεκα, ὧν πρῶτος λύδιος. | |
67 | Λυδίου τρόπου σημεῖα, τὰ μὲν ἄνω τῆς λέξεως, τὰ δὲ κάτω τῆς κρούσεως· [Omitted graphic marker]προσλαμβανόμενος· ζῆτα ἐλλειπὲς καὶ ταῦ 𝈒 | |
πλάγιον 𝈩 | 19 | |
5 | ὑπάτη ὑπατῶν· γάμμα ἀπεστραμμένον καὶ 𝈕 γάμμα ὀρθόν Γ παρυπάτη ὑπατῶν· βῆτα ἐλλειπὲς καὶ γάμμα 𝈖 ὕπτιον 𝉂 ὑπατῶν διάτονος· φῖ καὶ δίγαμμα Φ | |
10 | 𝈓 ὑπάτη μέσων· ς καὶ ς Ϲ Ϲ παρυπάτη μέσων· ρ καὶ ς ἀνεστραμμένον Ρ 𝈱 | |
15 | μέσων διάτονος· μῦ καὶ πῖ καθειλκυσμένον Μ 𝈳 μέση· ι καὶ λ πλάγιον Ι 𝈶 τρίτη συνημμένων· θ καὶ λ ἀνεστραμμένον Θ | |
20 | 𝈍 συνημμένων διάτονος· γ καὶ ν Γ | |
Ν νήτη συνημμένων· ω τετράγωνον ὕπτιον καὶ ℧ ζῆτα Ζ | 20 | |
25 | παράμεσος· ζ καὶ πῖ πλάγιον Ζ 𝈸 τρίτη διεζευγμένων· ε τετράγωνον καὶ πῖ ἀνε‐ Ε στραμμένον 𝈈 διεζευγμένων διάτονος· ω τετράγωνον ὕπτιον ℧ | |
30 | καὶ ζ Ζ νήτη διεζευγμένων· φῖ πλάγιον καὶ η ἀμελη‐ 𝈚 τικόν 𝈿 τρίτη ὑπερβολαίων· υ κάτω νεῦον καὶ ἡμίαλφα 𝈛 ἀριστερὸν ἀνεστραμμένον 𝉀 | |
35 | ὑπερβολαίων διάτονος· μῦ καὶ πῖ καθειλκυ‐ Μʹ σμένον, ἐπὶ τὴν ὀξύτητα 𝈳ʹ νήτη ὑπερβολαίων· ι καὶ λ πλάγιον, ἐπὶ τὴν Ιʹ | |
ὀξύτητα 𝈶ʹ | 21 | |
68 | Διπλοῦς ὁ χαρακτὴρ τῶν φθόγγων εἴληπται, ἐπειδὴ καὶ διπλῆν ἔχει τὴν χρῆσιν, ἐπὶ λέξεως γὰρ καὶ κρούσεως, καὶ ὅτι ἐν τοῖς ᾄσμασί ποτε μεσολαβεῖ καὶ κῶλα καὶ διαφόρῳ χαρακτῆρι τότ’ ἀνάγκη χρήσασθαι. ἰδίαν γὰρ ἀρχὴν τῆς | |
5 | ἀναγνώσεως λήψεται τὸ μέλος καὶ καταμηνύει, ὡς ἐν κρούσει τὴν χρῆσιν ἔχει, καὶ ὅτι οὐ ῥητῷ παραλέλειπται ἡ στίξις, ἀλλ’ ἔστιν ἢ παρελκυσμὸς μέλους κατὰ τὰς τοῦ ῥητοῦ συλλαβὰς ἢ μεταβολὴ ἐπὶ κῶλον μεσολαβοῦν ἢ ἐπαγόμενον. καὶ τὰ μὲν ἄνωθεν τῆς λέξεως, διὰ γὰρ φω‐ | |
10 | νῆς ἄνωθεν ἡ λέξις μόνης, τὰ δὲ τῆς κρούσεως κάτωθεν διὰ χειρῶν. | |
69 | Φθόγγοι καθ’ ἕκαστον πάντα τρόπον μελῳδούμενοί εἰσιν ὀκτωκαίδεκα· προσλαμβανόμενος εἷς, ὑπάται δύο, ὑπάτη ὑπατῶν, ὑπάτη μέσων, παρυπάται δύο, παρυπάτη ὑπατῶν, παρυπάτη μέσων, διάτονοι πέντε, ὑπατῶν διά‐ | |
5 | τονος, μέσων διάτονος, συνημμένων διάτονος, διεζευγ‐ μένων διάτονος, ὑπερβολαίων διάτονος, μέση μία, παρά‐ μεσος μία, νῆται τρεῖς, νήτη συνημμένων, νήτη διεζευγμέ‐ νων, νήτη ὑπερβολαίων, τρίται τρεῖς, τρίτη συνημμένων, | |
70 | τρίτη διεζευγμένων, τρίτη ὑπερβολαίων. ἀπὸ προσλαμ‐ βανομένου ἐπὶ ὑπάτην ὑπατῶν τόνος, ἀπὸ ὑπάτης ὑπατῶν ἐπὶ παρυπάτην ὑπατῶν ἡμιτόνιον, ἀπὸ παρυπάτης ὑπατῶν ἐπὶ ὑπατῶν διάτονον τόνος, ἀπὸ ὑπατῶν διατόνου ἐπὶ | |
5 | ὑπάτην μέσων τόνος, ἀπὸ ὑπάτης μέσων ἐπὶ παρυπάτην μέσων ἡμιτόνιον, ἀπὸ παρυπάτης μέσων ἐπὶ μέσων διά‐ | |
τονον τόνος, ἀπὸ μέσων διατόνου ἐπὶ μέσην τόνος, ἀπὸ μέ‐ σης ἐπὶ τρίτην συνημμένων ἡμιτόνιον, ἀπὸ τρίτης συνημ‐ μένων ἐπὶ συνημμένων διάτονον τόνος, ἀπὸ συνημμένων | 22 | |
10 | διατόνου ἐπὶ νήτην συνημμένων τόνος, ἀπὸ μέσης ἐπὶ παράμεσον τόνος, ἀπὸ παραμέσης ἐπὶ τρίτην διεζευγμέ‐ νων ἡμιτόνιον, ἀπὸ τρίτης διεζευγμένων ἐπὶ διεζευγμέ‐ νων διάτονον τόνος, ἀπὸ διεζευγμένων διατόνου ἐπὶ νήτην διεζευγμένων τόνος, ἀπὸ νήτης διεζευγμένων ἐπὶ τρίτην | |
15 | ὑπερβολαίων ἡμιτόνιον, ἀπὸ τρίτης ὑπερβολαίων ἐπὶ ὑπερβολαίων διάτονον τόνος, ἀπὸ ὑπερβολαίων διατόνου ἐπὶ νήτην ὑπερβολαίων τόνος. | |
71 | Τὸ διὰ τεσσάρων φθόγγων μελῳδούμενον φθόγγων ἐστὶ τεσσάρων, διαστημάτων τριῶν, τόνων δύο ἥμισυ, ἡμιτονίων πέντε, διέσεων δέκα, καὶ ἔστιν ἐν ἐπιτρίτῳ | |
72 | λόγῳ ὡς τὰ τέσσαρα πρὸς τὰ τρία. τὸ διὰ πέντε φθόγγων μελῳδούμενον φθόγγων ἐστὶ πέντε, διαστημάτων τεσ‐ σάρων, τόνων τριῶν ἥμισυ, ἡμιτονίων ἑπτά, διέσεων δεκατεσσάρων, καὶ ἔστιν ἐν ἡμιολίῳ λόγῳ ὡς τὰ τρία | |
73 | πρὸς τὰ δύο. τὸ διὰ πασῶν φθόγγων μελῳδούμενον φθόγ‐ γων ἐστὶν ὀκτώ, διαστημάτων ἑπτά, τόνων ἕξ, ἡμιτονίων δώδεκα, διέσεων εἴκοσι τεσσάρων, καὶ ἔστιν ἐν διπλα‐ σίονι λόγῳ ὡς τὰ δύο πρὸς τὸ ἕν. | |
74 | Τῶν συμφωνιῶν αἱ μέν εἰσιν ἀσύνθετοι, αἱ δὲ σύν‐ θετοι, ἀσύνθετοι μὲν αἱ διὰ τεσσάρων αἵ τε διὰ πέντε, σύνθετοι δὲ αἱ διὰ ὀκτὼ καὶ ἕνδεκα καὶ δώδεκα καὶ | |
75 | δεκαπέντε. ἐν δὲ τῇ παραλλαγῇ τῶν ἁπλῶν συμφωνιῶν ὁ τόνος κατείληπται, καὶ τούτῳ διαιροῦντες τὴν πρώτην συμφωνίαν καὶ τὸ ἡμιτόνιον εὑρήκασι μεῖζον μὲν ἢ ὀκτω‐ | |
76 | καιδεκάτῳ, ἔλαττον δὲ ἢ ἐννεακαιδεκάτῳ. ὁ τόνος διαι‐ ρεῖται εἰς ἡμιτόνια ἄνισα δύο, εἴς τε μεῖζον καὶ ἔλαττον, ὧν τὸ μὲν μεῖζον κόμμα〈τι ἀποτομὴν〉 καλοῦσιν οἱ μου‐ σικοί, τὸ δὲ ἔλαττον λεῖμμα. ὁ τόνος ἐν ἐπογδόῳ λόγῳ | 23 |
5 | ἐστὶν ὡς τὰ ἐννέα πρὸς τὰ ὀκτώ. | |
77 | Τῶν δεκαπέντε τρόπων οἱ προσλαμβανόμενοι λέγουσι τω, αἱ ὑπάται τα, αἱ παρυπάται τη, οἱ διάτονοι τω, αἱ μέσαι τε, αἱ παράμεσοι τα, αἱ τρίται τη, αἱ νῆται τα. τετράχορδά ἐστι πέντε· ὑπατῶν, μέσων, συνημμένων, διε‐ | |
5 | ζευγμένων, ὑπερβολαίων. [Omitted graphic marker]τω τα τη τω τα τη τω τε τη τω τα τα τη τω τα τη τω τα 𝈒 𝈕 𝈖 Φ Ϲ Ρ Μ Ι Θ Γ ℧ Ζ Ε ℧ 𝈚 𝈛 Μʹ Ιʹ 𝈩 ͜Γ 𝉂 𝈓 Ϲ͜ ͜𝈱 𝈳 𝈶͜ ͜𝈍 Ν Ζ͜ ͜𝈸 𝈈 Ζ 𝈿͜ ͜𝉀 𝈳ʹ 𝈶ʹ͜ | |
ὑπάται μέσαι συνημμένων διεζευγμένων ὑπερβολαίων | 24 | |
10 | Σύστημα ἔλαττον [Omitted graphic marker]ρϙβ σιϛ σκη σνϛ σπη τδ τμβ τπδ υ{λ}ε υνϛ φιβ 𝈒 𝈕 𝈖 Φ Ϲ Ρ Μ Ι Θ Γ ℧ 𝈩 Γ 𝉂 𝈓 Ϲ 𝈱 𝈳 𝈶 𝈍 Ν Ζ | |
78 | 〈φιβ υλβ υπϛ φιβ〉 φοϛ χμη ψκθ ψξη ℧ Ζ Ε ℧ 〈𝈚 𝈛 Μʹ Ιʹ〉 Ζ 𝈸 𝈈 Ζ 〈𝈿 𝉀 𝈳ʹ 𝈶ʹ〉 | |
79 | Ἀγωγὴ προσεχὴς ἀπὸ τῶν βαρυτέρων ὁδὸς {ἀνάλυσις δὲ τὸ ἐναντίον} ἢ κίνησις φθόγγων ἐκ βαρυτέρου τόπου ἐπὶ ὀξύτερον, ἀνάλυσις δὲ τοὐναντίον. τὰς ἀγωγὰς καὶ τὰς ἀνα‐ λύσεις δεῖ μελῳδεῖν ἐκτείνοντας μᾶλλον καὶ μὴ βραχύνοντας | |
5 | τοὺς φθόγγους, ἡ γὰρ ἔμμονος αὐτῶν καὶ ἐπιμηκεστέρα | |
ἐκφώνησις ἀκριβεστέραν τῇ ἀκοῇ χαρίζεται τὴν κρίσιν. | 25 | |
80 | Τῶν τοῦ λυδίου τρόπου συμφωνιῶν αἱ καταγραφαί Ἀγωγὴ τοῦ διὰ τεσσάρων κατὰ σύνθεσιν· [Omitted graphic marker]𝈩 Γ 𝉂 𝈓 𝈩 𝈓 𝈓 𝉂 Γ 𝈩 𝈓 𝈩 Γ 𝉂 𝈓 Ϲ Γ Ϲ Ϲ 𝈓 𝉂 Γ Ϲ Γ | |
5 | 𝉂 𝈓 Ϲ 𝈱 𝉂 𝈱 𝈱 Ϲ 𝈓 𝉂 𝈱 𝉂 𝈓 Ϲ 𝈱 𝈳 𝈓 𝈳 𝈳 𝈱 Ϲ 𝈓 𝈳 𝈓 Ϲ 𝈱 𝈳 𝈶 Ϲ 𝈶 𝈶 𝈳 𝈱 Ϲ 𝈶 Ϲ 𝈱 𝈳 𝈶 𝈍 𝈱 𝈍 𝈍 𝈶 𝈳 𝈱 𝈍 𝈱 𝈳 𝈶 𝈍 𝈈 𝈳 𝈈 𝈈 𝈸 𝈶 𝈳 𝈈 𝈳 | |
10 | 𝈶 𝈸 𝈈 Ζ 𝈶 Ζ Ζ 𝈈 𝈸 𝈶 Ζ 𝈶 𝈸 𝈈 Ζ 𝈿 𝈸 𝈿 𝈿 Ζ 𝈈 𝈸 𝈿 𝈸 𝈈 Ζ 𝈿 𝉀 𝈈 𝉀 𝉀 𝈿 Ζ 𝈈 𝉀 𝈈 Ζ 𝈿 𝉀 𝈳ʹ Ζ 𝈳ʹ 𝈳ʹ 𝉀 𝈿 Ζ 𝈳ʹ Ζ | |
𝈿 𝉀 𝈳ʹ 𝈶ʹ 𝈿 𝈶ʹ 𝈶ʹ 𝈳ʹ 𝉀 𝈿 𝈶ʹ 𝈿 | 26 | |
81 | Ἀνάλυσις τοῦ διὰ τεσσάρων [Omitted graphic marker]𝈿 𝈶ʹ 𝈿 𝉀 𝈳ʹ 𝈶ʹ 𝈶ʹ 𝈿 𝈶ʹ 𝈳ʹ 𝉀 𝈿 Ζ 𝈳ʹ Ζ 𝈿 𝉀 𝈳ʹ 𝈳ʹ Ζ 𝈳ʹ 𝉀 𝈿 Ζ 𝈈 𝉀 𝈈 Ζ 𝈿 𝉀 𝉀 𝈈 𝉀 𝈿 Ζ 𝈈 | |
5 | 𝈸 𝈿 𝈸 𝈈 Ζ 𝈿 𝈿 𝈸 𝈿 Ζ 𝈈 𝈸 𝈶 Ζ 𝈶 𝈸 𝈈 Ζ Ζ 𝈶 Ζ 𝈈 𝈸 𝈶 𝈳 𝈈 𝈳 𝈶 𝈸 𝈈 𝈈 𝈳 𝈈 𝈸 𝈶 𝈳 𝈱 𝈍 𝈱 𝈳 𝈶 𝈍 𝈍 𝈱 𝈍 𝈶 𝈳 𝈱 Ϲ 𝈶 Ϲ 𝈱 𝈳 𝈶 𝈶 Ϲ 𝈶 𝈳 𝈱 Ϲ | |
10 | 𝈓 𝈳 𝈓 Ϲ 𝈱 𝈳 𝈳 𝈓 𝈳 𝈱 Ϲ 𝈓 𝉂 𝈱 𝉂 𝈓 Ϲ 𝈱 𝈱 𝉂 𝈱 Ϲ 𝈓 𝉂 Γ Ϲ Γ 𝉂 𝈓 Ϲ Ϲ Γ Ϲ 𝈓 𝉂 Γ 𝈩 𝈓 𝈩 Γ 𝉂 𝈓 𝈓 𝈩 𝈓 𝉂 Γ 𝈩 | |
82 | Διαιρέσεις ἢ καὶ μίξεις τῆς διὰ πέντε συμφωνίας· | |
〈* *〉 | 27 | |
83 | Περὶ μελοποιίας Ὁ ῥυθμὸς συνέστηκεν ἔκ τε ἄρσεως καὶ θέσεως καὶ χρό‐ νου τοῦ καλουμένου ὑπ’ ἐνίων κενοῦ. [Omitted graphic marker]μακρὰ δίχρονος ̅ | |
5 | μακρὰ τρίχρονος 𝉂 μακρὰ τετράχρονος 𝉃 μακρὰ πεντάχρονος 𝉄 | |
84 | Τὰ δὲ τοῦ μέλους ὀνόματά τε καὶ σημεῖα καὶ σχή‐ ματα οὕτως τέτακται· πρόληψις, ἔκληψις, πρόκρουσις, ἔκκρουσις, κομ〈πισ〉μός, μελισμός, τερετισμός {δια‐ στολή}. | |
85 | Ἡ μὲν οὖν θέσις σημαίνεται, ὅταν ἁπλῶς τὸ σημεῖον ἄστικτον ᾖ, ἡ δὲ ἄρσις, ὅταν ἐστιγμένον. ὅσα οὖν ἤτοι δι’ ᾠδῆς ἢ μέλους 〈χωρὶς στιγμῆσ〉 ἢ χρόνου τοῦ καλουμένου κενοῦ γράφεται, τὰ μὲν 〈ἐν〉 ᾠδῇ κεχυμένα λέγεται, ἐν δὲ | |
5 | μέλει μόνῳ καλεῖται διαψηλαφήματα. | |
86 | Τὰ δὲ προειρημένα τοῦ μέλους ὀνόματά τε καὶ σημεῖα καὶ σχήματα οὕτω τέτακται· Πρόληψίς ἐστιν ἐκ τοῦ βαρυτέρου φθόγγου ἐπὶ τὸν ὀξύτερον φθόγγον ἀνάδοσις, ἥν τινες καλοῦσιν | |
5 | ὑφὲν ἔσωθεν. τοῦτο δὲ γίγνεται ποικίλως οἷον ἐκ τοῦ | |
ἐγγὺς φθόγγου [Omitted graphic marker]τωα ταη τηω τωα ταη τηω τωε ͜𝈩Γ͜ ͜Γ𝉂͜ 𝉂͜𝈓͜ ͜𝈓Ϲ͜ ͜Ϲ𝈱͜ 〈͜〉𝈱𝈳〈͜〉 〈͜〉𝈳𝈶〈͜〉 διὰ τριῶν ͜𝈓𝈱͜τωη, διὰ τεσσάρων ͜𝈓𝈳͜τωω, διὰ πέντε ͜𝈓𝈶͜τωε. | 28 | |
87 | 〈Ἔκληψις δὲ τὰ ὑπεναντία τούτοις ἀπὸ τῶν ὀξυτέρων ἐπὶ τὰ βαρύτερα ἄνεσισ〉, ἥν τινες ὀνομάζουσιν ὑφὲν ἔξω‐ θεν· {̅} ͜Ϲ𝈓͜ ͜𝈱𝈓͜ 〈͜〉𝈶𝈓〈͜〉. | |
88 | 〈Πρό〉κρουσις δέ ἐστιν ἐν χρόνοις δύο οἷον ἐκ τοῦ ἐγγὺς φθόγγου 〈𝈓Ϲ〉, διὰ τριῶν 𝈓𝈱, διὰ τεσσάρων 𝈓𝈳, διὰ πέντε 𝈓𝈶. | |
89 | Ἔκκρουσις δὲ 〈τὰ〉 ὑπεναντία τούτοις ἀπὸ τῶν ὀξυτέ‐ ρων ἐπὶ τὰ βαρύτερα· Ϲ𝈓 𝈱𝈓 𝈳𝈓 {𝈳𝈓} 𝈶𝈓. | |
90 | Ἐκκρουσμὸς δέ, ὅταν τοῦ αὐτοῦ φθόγγου δὶς λαμβα‐ νομένου ὁ ὀξύτερος προστίθηται· 𝈓Ϲ𝈓 Ϲ𝈱Ϲ. | |
91 | Τὸν δὲ κομπισμὸν λέγομεν οὕτως· 𝈓+𝈓 Ϲ+Ϲτων 〈τω ταν〉 τα, δὲ μελισμὸν οὕτως· 𝈓×𝈓τωννω {Ϲ} Ϲ×Ϲταννα. | |
92 | Τὸν δὲ κοινὸν ἐκ τῆς συνθέσεως αὐτῶν σχηματισμόν, ὃν καλοῦσιν ἔνιοι τερετισμόν, λέγομεν οὕτως· 𝈓+𝈓×𝈓〈τωντωννω〉. | |
93 | Προκρούσεως δὲ γενομένης ἐκ τοῦ διὰ πασῶν κομπι‐ | |
σμὸς γίγνεται. Ἡ δὲ λεγομένη διαστολὴ ἐπί τε τῶν ᾠδῶν καὶ τῆς κρου‐ ματογραφίας παραλαμβάνεται ἀναπαύουσα καὶ χωρίζουσα | 29 | |
5 | τὰ προάγοντα ἀπὸ τῶν ἐπιφερομένων ἑξῆς. ἔστι δὲ αὐτῆς σημεῖον τόδε 𝈒. | |
94 | Ἡ ἀνθρωπίνη φωνὴ μεμέτρηται φυσικῶς τῷ τρὶς διὰ πασῶν διαστήματι, καὶ ἐπειδὴ τὰ βαρύτατα ἀδιάκριτά ἐστι τῇ ἀκοῇ, τὰ δ’ ὀξύτατα δυσεκφώνητα, τὴν μίαν διὰ πασῶν ἐξ ἀμφοτέρων τῶν ἄκρων συστέλλοντες μελῳδοῦμεν κατὰ | |
5 | τὸ μέσον τὴν δὶς διὰ πασῶν ἐν τῷ λυδίῳ, εἶτα τετράχορδον ὑποβαίνοντες τὸ ὑπολύδιον καὶ ἑξῆς ὁμοίως τετράχορδον 〈ἀναβαίνοντεσ〉 τὸν ὑπερλύδιον. | |
95 | Κεχυμέναι ᾠδαὶ καὶ μέλη λέγεται τὰ κατὰ χρόνον ἀσύμ‐ μετρα καὶ χύδην κατὰ τοῦτον μελῳδούμενα. ὁ χρόνος ἑαυ‐ τὸν οὐ δύναται μετρῆσαι, τοῖς οὖν ἐν αὐτῷ γινομένοις μετρεῖται. | |
96 | [Omitted graphic marker]τκδ τξδ τπδ υλβ υπϛ φιβ φοϛ χμη ψκθ ψξη ωξδ ϡοβ ͵ακδ 〈͵αρνβ ͵ασϙϛ〉 𝈒 𝈕 𝈖 Φ Ϲ Ρ Μ Ι Ζ Ε ℧ 𝈚 𝈛 〈Μʹ Ιʹ〉 𝈩 Γ 𝉂 𝈓 Ϲ 𝈱 𝈳 𝈶 𝈸 𝈈 Ζ 𝈿 𝉀 〈𝈳ʹ 𝈶ʹ〉 μέ— παρά‐ | |
5 | ση μεσος | 30 |
97 | Ἄλλος ἑξάσημος [Omitted graphic marker]{}𝈩{} Γ 𝉂 𝈓̇ 𝈩 𝉂 Γ 𝈓̇ 𝈩 𝈓 Γ 𝉂̇ | |
5 | 𝈩 Γ 𝈓 𝉂̇ 𝈩 𝉂 𝈓 Γ̇ 𝈩 𝈓 𝉂 Γ̇ | |
98 | Ἑνδεκάσημος [Omitted graphic marker]𝈩 Λ 𝈓 𝈩 𝈓 Ϲ Λ Ϲ 𝉂 𝈩 Λ Ϲ Λ 𝈓 𝉂̇ 𝉂 Γ Λ Γ 𝈓 𝉂 Λ̇ 𝈩 Γ̇ 𝈩 Γ̇ 𝉂̇ 𝈓 Λ̇ Ϲ 𝉂〈̇〉 𝈓 Λ̇ | |
5 | Ϲ 𝈓〈̇〉 Ϲ 𝈓〈̇〉 𝉂̇ 𝈓 Λ̇̇ Ϲ 𝉂̇ 𝈩 Λ〈̇〉 | |
99 | Δωδεκάσημος [Omitted graphic marker]〈〉𝈩〈〉 Γ Λ 𝉂̇ 𝈓 Ϲ̇ 𝈱̇ 𝈳 Λ̇ 𝈶 | |
〈〉𝈶〈〉 𝈳 Λ̇̇ 𝈱 𝈓 𝉂̇ Γ Λ 𝈩 | 31 | |
100 | Τετράσημος [Omitted graphic marker]𝈩 Γ 𝉂̇ 𝈓̇ 𝈩 𝉂 Γ̇ 𝈓̇ 𝈩 𝈓 Γ̇ 𝉂̇ | |
5 | 𝈩 Γ 𝈓̇ 𝉂̇ 𝈩 𝉂 𝈓̇ Γ̇ 𝈩 𝈓 𝉂̇ Γ̇ | |
101 | Ὀκτάσημος [Omitted graphic marker]𝈩 Λ Γ 𝉂̇ 𝈓 Ϲ 𝈓 Ϲ 𝈩 Λ̇ Γ 𝉂̇ 𝈓 Ϲ 𝈓〈̇〉 𝉂̇ 𝈩 Λ̇ 𝉂 Γ̇ 𝈩 𝉂 Γ 𝉂̇ | |
5 | Ϲ 𝈓{𝈓}𝈓 𝈓 Γ̇ 𝈓 𝉂 𝈩̇ | |
102 | [Omitted graphic marker]Κενὸς βραχύς Λ κενὸς μακρός Λ̅ κενὸς μακρὸς τρίς Λ𝉂 κενὸς μακρὸς τετράκις Λ𝉃 | |
103 | Πῶς δεῖ καταλαβέσθαι τὰς διαφορῶν τάξεις, οἷον [Omitted graphic marker]δὶς διὰ πασῶν ιβ πρὸς γ διὰ πασῶν καὶ διὰ πέντε ιβ πρὸς δ | |
θ πρὸς γ | 32 | |
5 | διὰ πασῶν ιβ πρὸς ϛ η πρὸς δ ϛ πρὸς γ διὰ πέντε ιβ πρὸς η θ πρὸς ϛ | |
10 | ϛ πρὸς δ διὰ τεσσάρων ιβ πρὸς θ η πρὸς ϛ δ πρὸς γ τόνος δέ ἐστιν θ πρὸς η, ὅθεν καὶ ἐπόγδοος | |
15 | καλεῖται. | |
104 | Κῶλον ἑξάσημον [Omitted graphic marker]𝉂̇ 𝈱 𝈶 𝈈 𝈸 𝈶 𝈳 𝈱 𝈳 𝈶 𝈳 𝈓 Ϲ Ϲ | |
𝈱 𝈳 𝈱 𝉂̇ 𝈈 𝈶 | 33 |